ΕΥΛΟΓΙΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ κκ. ΘΕΟΦΙΛΟΥ Γ’ ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΣΚΕΠΤΕΣ ΤΗΣ ΠΥΛΗΣ ΕΙΔΗΣΕΟΓΡΑΦΙΑΣ ΤΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ.

Πρὸς τοὺς Ἐντυγχάνοντας

Τέκνα ἐν Κυρίῳ ἀγαπητὰ τῆς Ἡμῶν Μετριότητος,

Ἡ Παρακαταθήκη τῶν Πανσέπτων Προσκυνημάτων, τῶν ὁρατῶν τεκμηρίων τῆς ἐπί γῆς ἐνσάρκου παρουσίας καὶ σωτηριώδους Οἰκονομίας τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ἡ τῶν Ἐκκλησιαστική Κοινότης, συνέχεια τῆς ἀρχαίας ἰουδαιοχριστιανικῆς Κοινότητος, ἡ Ἐκκλησία τῶν Ἱεροσολύμων καὶ τῆς Παλαιστίνης, εἶναι τὰ αὐχήματα τοῦ Πατριαρχείου ἡμῶν, τοῦ Ἑλληνορθοδόξου Πατριαρχείου τῶν Ἱεροσολύμων, αὐχήματα τὰ ὁποῖα ἡ Ἁγιοταφιτική Ἀδελφότης καὶ τὸ γηγενὲς ποίμνιον ἐφύλαξαν διὰ πολλῶν αἰώνων, μετὰ θυσιῶν αἵματος, ἀειρρύτων ἱδρώτων καὶ ἀμυθήτων χρηματικῶν ποσῶν.

Τὴν Παρακαταθήκην αὐτὴν τῶν τῆς Χάριτος, ἡ ὁποία πληροῖ τοὺς προσκυνητὰς τοὺς συρρέοντας ἐκ τῶν περάτων τῆς οἰκουμένης, διὰ τῶν ἁγιοπνευματικῶν ναμάτων τῆς κατανύξεως, τῆς μετανοίας καὶ συναισθήσεως καὶ τῆς πρὸς Χριστόν ἀγαπήσεως, ἐκχεομένων ἐν Ἁγίῳ Πνεύματι ἀπὸ τῆς θεωθείσης Σαρκὸς τοῦ Χριστοῦ, ταύτην ἡ Ἐκκλησία τῶν Ἱεροσολύμων προβάλλει ἀξιοχρέως τοῖς ἀνθρώποις, παντὶ τρόπῳ καὶ ὅλῳ τῷ σθένει, πρὸς ἁγιασμὸν καὶ σωτηρίαν. Προσφορώτερον δὲ πρὸς τοῦτο τρόπον τῆς ἐν τῷ Παγκοσμίῳ Ἱστῷ προβολῆς δὲν θὰ ἠδύνατο νὰ εὕρῃ, διὰ τοῦ ὁποίου εὐελπιστεῖ ἐπιπλέον νὰ καταστήσῃ μὲν τοῖς πιστοῖς γνωστὴν τήν, ὡς ἐπὶ τὸ πλεῖστον, ἄγνωστον ἱστορίαν καὶ τοὺς ποικίλους εἰς τὴν Ἁγίαν Γῆν ἀγῶνας Αὐτῆς, ἁγιάσῃ δὲ τὰς τῶν ἐντυγχανόντων αἰσθήσεις καὶ τὸ λογικὸν τῆς ψυχῆς, διὰ τῆς θεωρίας τῶν καὶ τῶν περί τούτων διηγήσεων καὶ διευκολύνῃ τὴν εἰς τὴν Ἁγίαν Γῆν ἔλευσιν τῶν Προσκυνητῶν καὶ πάντων τῶν θελόντων συναγωνίσασθαι καὶ βοηθῆσαι τῇ Ἱεροσολυμιτικῇ Ἐκκλησίᾳ.

Ὁ ἱστοχῶρος οὗτος, καρπὸς ἀνιδιοτελοῦς προσπαθείας καὶ εὐσεβοῦς μόχθου φίλων καὶ συνδρομητῶν τοῦ Παναγίου Τάφου, πρῶτος ἐπίσημος ἱστοχῶρος τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων, θὰ ἐμπλουτίζηται σὺν Θεῷ διαρκῶς, διὰ δεδομένων ἀφορώντων εἰς πάντα τομέα τοῦ καθ’ ἡμᾶς ἐκκλησιαστικοῦ βίου. Τὰ «πτερόεντα» ἠλεκτρομαγνητικὰ δεδομένα τῆς συγχρόνου τεχνολογίας, ὑστεροῦν μὲν τῆς ἁπτῆς, διὰ μέλανος καὶ χάρτου, γραφῆς, δύνανται, ὅμως, νὰ ἀποτελέσουν, ὡς ἐκείνη, φορεῖς σωτηριωδῶν νοημάτων, ὁδηγούντων εἰς τὴν ἄκτιστον ἐν Χριστῷ ἀπολύτρωσιν.

Γένοιτο εἰς πάντας, ἡ Χάρις καὶ Παράδοσις τῶν , ὁ Θησαυρὸς τῶν Ἁγιοταφιτῶν, ἀπλανὴς ὁδηγὸς Ὀρθοδόξου Πίστεως καὶ βιοτῆς. Κατὰ τοὺς λόγους τῶν ἀρχαίων Ἱεροσολυμιτῶν Μοναχῶν, ἡ Ἁγία τοῦ Θεοῦ Πόλις Ἱερουσαλὴμ εἶναι «ὁ ὀφθαλμὸς καὶ φωστὴρ πάσης τῆς οἰκουμένης, ἡ τοῦ Εὐαγγελίου τὸν λόγον δεξαμένη, εἴπερ κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ» καὶ οἱ οἰκήτορες αὐτῆς εἶναι «οἱ οἱονεὶ χερσὶν οἰκείαις καθ’ ἑκάστην τὴν ἀλήθειαν ψηλαφῶντες δι’ αὐτῶν τῶν Σεβασμίων Τόπων, ἐν οἷς τὸ τῆς ἐνανθρωπήσεως τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπράχθη μυστήριον»1. Τούτων τῶν Σεβασμίων Τόπων τὴν χάριν ἐπικαλούμενοι ἐφ’ ὑμᾶς ἅπαντας, καταστέφομεν ὑμᾶς ταῖς πατρικαῖς Ἡμῶν εὐχαῖς καὶ Πατριαρχικαῖς εὐλογίαις καὶ διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλὴμ μηνὶ Μαΐῳ σωτηρίου ἔτους ‚ϐζ’.

∆ιάπυρος πρὸς Κύριον εὐχέτης

ΘΕΟΦΙΛΟΣ Γ΄
Πατριάρχης Ἱεροσολύμων

1. ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΣΚΥΘΟΠΟΛΙΤΟΥ, Βίος τοῦ Ὁσίου Πατρός ἡμῶν Σάββα 57, ἐκδ. ἐν ΕD. SCHWARΤZ, Kyrillos von Skythopolis, Hinrichs Verlag, Leipzig 1939, s. 154.




ΕΟΡΤΙΟΝ ΠΑΣΧΑΛΙΟΝ ΓΡΑΜΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ 2007

Ἀριθμ. Πρωτ.

180

ΒΑΡΘΟΛΟΜΑΙΩι

Τῷ Παναγιωτάτῳ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως,

Νέας Ρώμης καί Οἰκουμενικῷ Πατριάρχῃ,

ΘΕΟΦΙΛΟΣ ὁ Γ΄

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης,

Ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ,

ἐκ νεκρῶν ἐνδόξως Ἀναστάντι.

Παγκόσμιος χαρά, ἐπουράνιος καί ἐπίγειος, Ἀγγέλων καί ἀνθρώπων, ἀοράτου κόσμου καί ὁρατοῦ, ἀνέτειλε σήμερον ἐκ τοῦ  Πανιέρου καί Ζωοδόχου Τάφου, ἐν τῇ ἐκπληρώσει τῶν ἀρχαίων ἐπαγγελιῶν, ἐν τῇ παγγενεῖ σωτηρίᾳ τῶν ἀνθρώπων, τῶν τε προαπελθόντων, τῶν τε ἐσομένων πάντων, ὅτι ἐγήγερται ἐκ νεκρῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός «ὁ ἐν νεκροῖς ἐλεύθερος καί νεκρῶν ἐλευθερωτής», Ὅστις «κατά ἀτιμίαν δι’ ὑπομονῆς τόν στέφανον τῶν ἀκανθῶν περιδεδεμένος, ἀναστάς,  τό διάδημα τῆς κατά τοῦ θανάτου νίκης διεδήσατο».

Ὁ γάρ Βασιλεύς τῆς εἰρήνης, Χριστός Ἰησοῦς, διατρανώσας θεανδρικῶς τά κρύφια Αὐτοῦ τοῖς ἐν ᾍδῃ, ἐν τῇ τριημέρῳ Αὐτοῦ ταφῇ, καί φωτίσας διά τῆς τῇ Αὐτοῦ παναγίᾳ ψυχῇ ἡνωμένης Θεότητος τά καταχθόνια, ἐγένετο Ὁδός πρός τό Φῶς τοῖς ἀπ΄ αἰῶνος συνεχομένοις ταῖς τοῦ ᾍδου σειραῖς, ἐπειγομένοις ἐκεῖσε ἀγαλλομένῳ ποδί, ὥστε ἐκπληροῦσθαι τό προφητικόν λόγιον «ὁ Θεός ἥρπακεν καί ἰάσεται ἡμᾶς, πατάξει  καί μοτώσει ἡμᾶς· ὑγιάσει ἡμᾶς μετά δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καί ζησόμεθα ἐνώπιον αὐτοῦ, καί γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τόν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν» (Ὡσ. 6, 1-3), Ὄρθρον τῷ ὄντι φαεινόν καί Ἥλιον δικαιοσύνης, ἀνατείλαντα ἡμῖν ἐκ τοῦ Τάφου, τόν Δημιουργόν καί Κτίστην τῶν ἁπάντων, τόν θέμενον ἐν τῇ ἰδίᾳ Αὐτοῦ ἐξουσίᾳ καιρούς καί χρόνους. Ὅστις, κατά τόν καιρόν τοῦτον τοῦ τῆς γῆς ἔαρος, ἐχαρίσατο ἡμῖν τοῖς ταπεινοῖς καί ἁμαρτωλοῖς καί ἀναξίοις, ἄλλο Ἔαρ καί Πάσχα αἰώνιον, ἀνατελοῦν ἐν τῇ ἐσχάτῃ σάλπιγγι τῆς παλιγγενεσίας  ὡς ἄνθη αἰώνια, ἔμψυχα τά σώματα τῶν δικαίων, λελαμπρυσμένα καί ἀφθαρτισθέντα θεϊκοῖς χαρίσμασιν, «ἐνδεδυμένα Θεότητος ἐνδύματα οὐράνια».

Ἡ ἐκ νεκρῶν Ἔγερσις τοῦ Θεανθρώπου ἐσήμανε τήν μόνην ἀληθῆ ἐλευθερίαν, τήν ἐκ τῆς πρώην ἀφεύκτου δουλείας τῆς ἁμαρτίας καί τοῦ θανάτου, ἥντινα μόνος Αὐτός, οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἠδύνατο ἡμῖν διά τοῦ πυρός τῆς Αὐτοῦ Θεότητος χαρίσασθαι, πυρός ἀναλώσαντος τήν δύναμιν τῆς ἁμαρτίας, τοῦ θανάτου τό κέντρον καί τοῦ ᾍδου τό νῖκος. Οὕτως, ἀποθέμενοι τό τῆς νηστείας φορτίον, ἑορτάζομεν καινήν ἑορτήν, ἀπαρχήν βιοτῆς αἰωνίου, ὅτι «Χριστός ἐγερθείς ἐκ νεκρῶν, ὅλην τήν ζωήν τῶν ἀνθρώπων ἑορτήν ἀπειργάσατο», προαγόμεθα δέ βαθμιαίως εἰς τήν βεβαίαν αἴσθησιν τῆς Αὐτοῦ Ἀναστάσεως καί νίκης ἐπί τοῦ θανάτου  καί τῆς ἁμαρτίας, καθ΄ ὅ μέτρον ἀγωνιζόμεθα κατά τῶν ἐν ἡμῖν ἀφορμῶν τῆς ἁμαρτίας, ἀποδεχόμενοι διά τῶν Μυστηρίων τῆς Ἁγίας ἡμῶν Ὀρθοδόξου Ἐκκλησίας καί δι΄ ἀσκήσεως τῶν ἱερῶν ἀρετῶν τήν χάριν τῆς Αὐτοῦ Ἀναστάσεως ἐνεργοῦσαν ἐν ἡμῖν «τό θέλειν καί τό ἐνεργεῖν ὑπέρ τῆς εὐδοκίας» (Φιλ. 2, 13).

Ἡ Ἁγιωτάτη Σιωνῖτις Ἐκκλησία, ἧς θεραπαινίς ἀπ΄ αἰώνων ἡ Ἱερά Ἁγιοταφιτική Ἀδελφότης, κυκλοῖ χαρμοσύνως σύν τοῖς συρρέουσιν ἐκ τῶν τεσσάρων μερῶν τοῦ ὁρίζοντος εὐλαβέσι προσκυνηταῖς τόν κενόν Τάφον καί ὄλβιον, τόν «ζωῆς θείας θησαυρόν», καταγγέλλουσα πανταχοῦ τά εὐαγγέλια τῆς κατά τοῦ κακοῦ παντελοῦς νίκης καί τῆς διά μόνου τοῦ Ἀναστάντος Θεανθρώπου Χριστοῦ ὑπερβάσεως τῆς περιρρεούσης φθορᾶς καί ἀπελπισίας ἐκ τῆς ἁμαρτίας. Ἔχοντες δέ πάντοτε ἐν τῇ Ἡμῶν καρδίᾳ τήν κατά τήν Κωνσταντίνου Πόλιν Ἁγιωτάτην Πρωτόθρονον Ἐκκλησίαν, τό σεπτόν Οἰκουμενικόν Πατριαρχεῖον, ἀπευθύνομεν τῇ Ὑμετέρᾳ λίαν Πεφιλημένῃ  Ἡμῖν Παναγιότητι καί τοῖς σύν Αὐτῇ Ἱερωτάτοις Ἀρχιερεῦσιν ἐνθέρμους ἐκ καρδίας πασχαλίους εὐχάς, παρακαλοῦντες, ὅπως αὗται διαβιβασθῶσι καί τῷ φιλοχρίστῳ ποιμνίῳ τῆς κατ΄ Αὐτήν Ἁγιωτάτης Ἐκκλησίας, εὐχόμεθα δέ Αὐτῇ τά βέλτιστα καί τήν παρά Χριστοῦ τοῦ Σωτῆρος δύναμιν πρός τό λυσιτελές τῇ κατά τήν Οἰκουμένην Μιᾷ, Ἁγίᾳ, Καθολικῇ καί Ἀποστολικῇ, Ὀρθοδόξῳ ἡμῶν Ἐκκλησίᾳ.        

Ἐφ᾿ οἷς, ἑορτίως Αὐτῇ προσφθεγγόμενοι, Χριστός Ἀνέστη, περιπτυσσόμεθ᾿ Αὐτήν ἀδελφοποθήτως καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ   ΑΓΙΟΝ  ΠΑΣΧΑ   2007.

Τῆς Ὑμετέρας Γερασμιωτάτης Παναγιότητος

Ἀγαπητός ἐν Χριστῷ Ἀδελφός,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων




ΕΟΡΤΙΟΝ ΓΡΑΜΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ 2006

Ἀριθμ. Πρωτ.

1126

ΒΑΡΘΟΛΟΜΑΙΩι

Τῷ Παναγιωτάτῳ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως,

Νέας Ρώμης καί Οἰκουμενικῷ Πατριάρχῃ,

ΘΕΟΦΙΛΟΣ Γ΄

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως

Ἱερουσαλήμ καί πάσης Παλαιστίνης,

Ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ, ὑπερφυῶς ἐκ Παρθένου Τεχθέντι.

Ἐπιφανείσης ἐπί γῆς τῆς τοῦ Θεοῦ εὐδοκίας, εἰς τό σῶσαι τό γένος ἡμῶν, ἡ Ἀλήθεια ἐσκήνωσεν ἐν ἡμῖν καί ἡ σκιά τῶν παρελθόντων παρέδραμεν, αἱ προφητικαί ῥήσεις ἤρξαντο πληρούμεναι, ἡ δέ γῆ καί πάντα τά ἐν αὐτῇ προηυτρεπίσθησαν πρός ὑποδοχήν τοῦ Κυρίου τῆς δόξης, τοῦ ἀπαραλλάκτου χαρακτῆρος τῆς ὑποστάσεως καί ἀπαυγάσματος τῆς δόξης τοῦ Πατρός (Ἑβρ. 1, 3) σάρκα ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς ἀειπαρθένου Μαρίας προσλαβόντος καί διά τῆς καθ᾿ ὑπόστασιν ἑνώσεως θεώσαντος. 

Μέγα καί ἀνερμήνευτον τό Μυστήριον τῆς τοῦ Θεοῦ ἡμῶν, τῆς Ἁγίας Τριάδος, φιλανθρωπίας, τήν ἀνθρωπίνην φύσιν οἰκτείραντος, ταύτην δέ ἐκ τῶν ζοφερῶν κευθμώνων τοῦ Ἅιδου καί τῆς ἁμαρτίας ἀναγαγόντος καί εἰς τά ὄρη τῶν Αὑτοῦ ἁγίων νόμων καί τῆς μετ᾿ Αὑτοῦ σκηνώσεως ὑψώσαντος. Μέγα τό θέαμα ταπεινοῦ σπηλαίου, τόν τῆς Πλάσεως Κτίστην καί Συνοχέα χωρήσαντος, τόν παρέχοντα “πνοήν καί ζωήν καί τά πάντα” (Πράξ. 17, 25) καί οὕτως ὑπόδειγμα ἡμῖν δόντα πρός τό τέλεον ταπεινοῦσθαι καί ὑπηκόους παντί τρόπῳ γίγνεσθαι τῷ τοῦ Θεοῦ ἁγίῳ θελήματι.

Ἐξερεύγεται, οὖν, καί ὑπερεκβλύζει ἡ καρδία τῶν πιστῶν, μετά πασῶν τῶν ἐπουρανίων νόων, ὕμνους δοξολογίας καί εὐχαριστίας τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ ἐν Ὑψίστοις ἐν Θρόνῳ μετά Πατρός καί Πνεύματος καθεζομένῳ καί ἐπί γῆς τήν εἰρήνην Αὑτοῦ κατεργαζομένῳ, τῷ ἐλθόντι ἀσθενείας λαβεῖν καί νόσους βαστάσαι (Ματθ. 8, 17), ἐνισχῦσαι δέ γόνατα ὑπό τῆς φθορᾶς παραλελυμένα (Ἠσ. 35, 3) τῶν τε κεκοιμημένων τῶν τε ζώντων, ἐν τῇ πληρώσει τῶν ἀρχαίων ἐπαγγελιῶν, καί τῶν προφητικῶν ῥήσεων, ἐν τῇ ἀπορρήτῳ ὑποστατικῇ ἑνώσει τῆς Θείας καί τῆς ἀνθρωπίνης φύσεως ἐν τῷ προσώπῳ τοῦ τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι συνανάρχου Υἱοῦ καί Λόγου τοῦ Θεοῦ.

Ἡμεῖς δέ, σύμπασα ἡ Ἁγιοταφιτική Ἀδελφότης, ταπεινοί διάδοχοι τῶν τόπων καί ζηλωταί τῶν τρόπων τῶν ἱερῶν Ποιμένων, παριστάμενοι τοῖς Ἁγίοις Τόποις, ἔνθα ἐτελεσιουργήθησαν τά τῆς Σωτηρίας ἡμῶν θαυμάσια, δεόμεθα τοῦ δι᾿ ἡμᾶς σαρκί τεχθέντος Θεοῦ, βραβεῦσαι μέν τῇ τε Ἁγίᾳ Γῇ, τῷ τε κόσμῳ παντί τήν αὐτοῦ μυστικήν ἐν ταῖς καρδίαις εἰρήνην, ῥίζαν καί πηγήν τῆς πρός τόν πλησίον κοινωνικῆς τοιαύτης, στηρίξαι δέ τήν ὑμετέραν πεφιλημένην Ἡμῖν Παναγιότητα σύν τῷ ὑπ᾿ Αὐτήν εὐλαβεῖ κλήρῳ καί τῷ εὐσεβεῖ λαῷ τῆς Ἐγγύς Ἀνατολῆς καί τῆς ἀνά τήν Οἰκουμένην ὑπερορίας, εἰς ἀκλινῆ κατ᾿ ἄμφω πρόοδον, μακροημερεύουσαν καί ὀρθοτομοῦσαν τόν λόγον τῆς Ὀρθοδοξίας, εἰς καταρτισμόν τοῦ Σώματος τοῦ Χριστοῦ, εἰς τό μορφωθῆναι καί τεχθῆναι τόν Χριστόν ἐν ταῖς τῶν πιστῶν καρδίαις (Γαλ. 4, 19).

Ὑπέρ οὗ οὐ παυόμενοι θερμάς ἀναπέμπειν εὐχάς ἀπό τοῦ Πανσέπτου καί Θεοδέγμονος Σπηλαίου τῆς ἁγίας Πόλεως Βηθλεέμ, καί ἵνα τό σεσαρκωμένον Φῶς τῆς Ἀληθείας, τό ἐκ τῆς φάτνης ὡς εἰς τά τῆς γῆς πέρατα φθάσαν, ἀνατείλῃ συμπάσῃ τῇ ἀνθρωπότητι τήν φωσφόρον ἡμέραν τῆς Αὑτοῦ ἐπιγνώσεως (Β΄ Πετρ. 1, 19), διά τῶν ἱκεσιῶν τῆς Πανυπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, ἧς ἡ ἄμετρος ταπείνωσις καί ὁ πάναγνος βίος ἐσήμαναν “τό τοῦ χρόνου πλήρωμα” (Γαλ. 4, 4) τῆς τοῦ Θεοῦ ἐνανθρωπήσεως, περιπτυσσόμεθα τήν Ὑμετέραν Σεβασμιοπόθητον Παναγιότητα ἀδελφικῶς ἐν τῷ Τεχθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2006.

Τῆς Ὑμετέρας Γερασμιωτάτης Παναγιότητος

Ἀγαπητός ἐν Χριστῷ ἀδελφός,

ΘΕΟΦΙΛΟΣ  Γ΄

Πατριάρχης Ἱεροσολύμων




ΜΗΝΥΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ 2006

Διέλθωμεν δή ἕως Βηθλεέμ καί ἴδωμεν

τό ῥῆμα τοῦτο τό γεγονός, ὅ ὁ Κύριος

ἐγνώρισεν ἡμῖν. (Λουκ 2, 15 ).

Ἄν ἡ δημιουργία τοῦ κόσμου καί ἡ πλάσις τοῦ ἀνθρώπου ὑπό τοῦ Θεοῦ πάλαι κατ᾿ ἀρχάς ἀποτελεῖ τήν ἀπαρχήν τῆς φανερώσεως τῆς ἀγάπης Αὐτοῦ πρός τόν ἄνθρωπον, ἡ ἀνακαίνισις τοῦ κόσμου καί τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων τῶν χρόνων διά τοῦ Υἱοῦ Αὐτοῦ τοῦ Μονογενοῦς ἀποτελεῖ τήν ἀποκορύφωσιν τῆς θείας ταύτης ἀγάπης.

Ἐπί τά τέλη τῶν αἰώνων ἐξ ἄκρας ἀγάπης κινούμενος ὁ Θεός Πατήρ πρός τό πλάσμα τῶν χειρῶν Αὐτοῦ καί μή ὑποφέρων βλέπειν αὐτό ὑπό τοῦ διαβόλου τυραννούμενον, ἀποκαλύπτεται οὐχί πλέον ἐν τύποις καί συμβόλοις, ἀλλά ἐν τῷ Υἱῷ Αὐτοῦ τῷ Μονογενεῖ. Ὁ Ἴδιος ὁ Θεός ἐν τῷ Ἰησοῦ Χριστῷ ὁμοιοῦται ἄνευ φυρμοῦ ἤ τροπῆς τῷ πλάσματι Αὐτοῦ. Γίνεται ἄνθρωπος, ἐνανθρωπεῖ. Σαρκοῦται ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου. Κατέρχεται ἐκ τῶν οὐρανῶν εἰς τήν γῆν, ἵνα τόν ἄνθρωπον εἰς τόν οὐρανόν ἀναβιβάσῃ.

Τό παράδοξον ὄντως καί μέγα τοῦτο μυστήριον, τῆς τοῦ Θεοῦ ἡμῶν ἐνανθρωπήσεως, διά τοῦ ἀγγέλου εἰς Ναζαρέτ τῆς Γαλιλαίας εὐαγγελισθέν, μυστικῶς ἐκ τῶν ἁγνῶν αἱμάτων ἐν τοῖς σπλάγχνοις τῆς ἀχράντου Παρθένου τελεῖται, ἐν τόκῳ υἱοῦ πρωτοτόκου τελειοῦται καί εἰς Βηθλεέμ τῆς Ἰουδαίας ἐπί Καίσαρος Ὀκταβιανοῦ Αὐγούστου τοῖς ἀνθρώποις φανεροῦται.

Εἰς αὐτήν ταύτην τήν Βηθλεέμ, τήν οὐδαμῶς ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα (Μιχ. 5, 1) καί εἰς αὐτό τοῦτο τό θεοδέγμον σπήλαιον, ἐν τῇ νυκτί ἐκείνῃ τῆς ἀπογραφῆς, διά τό μή εἶναι τόπος ἐν τῷ καταλύματι (Λουκ. 2, 7), μακράν τῶν ὀμμάτων τῶν ἰσχυρῶν Ἡρωδῶν τοῦ κόσμου, ἐνώπιον ὅμως τῶν ἁγνῶν ὀμμάτων τῆς Θεοτόκου καί Ἰωσήφ τοῦ μνήστορος καί τῆς ἐκθάμβου σιωπώσης ἀλόγου κτίσεως, λαθών ἐτέχθη, ἐσπαργανώθη καί ἐν τῇ φάτνῃ ἀνεκλίθη (Λουκ. 2, 7) ὁ Σωτήρ τοῦ κόσμου, ὁ Ἰησοῦς Χριστός.

Εἰς τούς πρώτους τούτους καί ἐγγύς αὐτόπτας μάρτυρας προστίθενται καί ἄλλοι, ποιμένες οἱ ἀγραυλοῦντες, οἱ ἐκ τοῦ ὁμόρου αὐτῶν χωρίου ὑπό τῶν ἀγγέλων, τῶν ψαλλόντων ἐν οὐρανοῖς τό Δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίᾳ (Λουκ. 2, 13-14), εἰς Βηθλεέμ ἀποστελλόμενοι, ἵνα ἴδωσι τό ῥῆμα τοῦτο τό γεγονός, ὅ ὁ Κύριος ἐγνώρισεν αὐτοῖς (Λουκ. 2, 15). Οὐ μήν ἀλλά καί μάγοι σοφοί, Περσῶν βασιλεῖς (Ματθ. 2, 1), ἐξ ἀνατολῶν ὑπό ἀστέρος ὁδηγούμενοι (Ματθ. 2, 2), προσερχόμενοι, τῷ βασιλεῖ προσπίπτουσι καί

τά δῶρα τῆς εὐσεβείας αὐτῶν αὐτῷ προσάγουσι, χρυσόν καί λίβανον καί σμύρναν (Ματθ. 2, 9-11), ἀκολούθως δέ δι᾿ ἄλλης ὁδοῦ εἰς τήν χώραν αὐτῶν ἐπιστρέφουσι (Ματθ.2, 12), ἀφέντες τόν Ἡρώδην ὡς ληρώδη, μιαιφονοῦντα διά ματαίαν δόξαν ἐπ᾿ ἀθῴοις νηπίοις (Ματθ. 2, 16).

Ἐπί τοῦ γεγονότος τούτου τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, ἀκολουθουμένου ὑπό τοῦ γεγονότος τοῦ σταυροῦ, τῆς ἀναστάσεως, τῆς ἀναλήψεως Αὐτοῦ καί τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως, ἐθεμελιώθη ἡ ἀνά τά πέρατα τῆς οἰκουμένης μία, ἁγία, καθολική καί ἀποστολική Ἐκκλησία καί μάλιστα πρῶτον ἡ Σιωνῖτις Μήτηρ τῶν Ἐκκλησιῶν, ἡ ταχθεῖσα νά διαλαλῇ τήν ἅπαξ παραδοθεῖσαν ἀλήθειαν εἰς αὐτούς τούτους τούς τόπους, ἐν οἷς ἐφανερώθη καί νά διαφυλάττῃ τούτους. Αὕτη μετά τῆς ἐν Αὐτῇ Ἀδελφότητος τῶν Σπουδαίων μοναχῶν εἰς ναούς ἀπερίττους ἀλλά καί μεγαλοπρεπεῖς, ὡς ἡ Κωνσταντίνειος καί Ἰουστινιάνειος αὕτη Βασιλική τῆς τοῦ Χριστοῦ Γεννήσεως, πιστῶς κηρύττει τήν σωτήριον διά τόν ἄνθρωπον ἀποκαλυφθεῖσαν ἀλήθειαν καί ὀρθοδόξως τόν Θεόν λατρεύει.

Σήμερον δέ ἐν τοῖς χαλεποῖς τούτοις τῆς ἀνθρωπότητος καιροῖς, τῆς πνευματικῆς συγχύσεως, τοῦ θρησκευτικοῦ φανατισμοῦ, τῆς βίας, τῆς αἱματοχυσίας, τοῦ πολέμου καί τῆς τρομοκρατίας, μαρτυρεῖ Χριστόν, τόν ἄρχοντα τῆς εἰρήνης, σαρκωθέντα καί ἐνανθρωπήσαντα, τόν εἰσέτι ἐν σπαργάνοις ὄντα καί διωχθέντα, τόν ἀντιτάξαντα εἰρήνην εἰς τήν βίαν, ἀγάπην εἰς τό μῖσος, εὐεργεσίαν εἰς τήν ἀχαριστίαν, τόν προσενεγκόντα Ἑαυτόν ὡς θυσίαν καί τό μέγα τραῦμα, τόν ἄνθρωπον, ἰασάμενον. Τοῦτον προβάλλει ὡς θεραπείαν διά τήν ἐπίλυσιν τῶν ἀνθρωπίνων προβλημάτων. Ὡς τόν καθαιρέτην τοῦ μεσοτοίχου καί τοῦ φραγμοῦ, τοῦ χωρίζοντος οἰκογενείας καί πόλεις, ἔθνη καί λαούς. Ὡς τόν προστάτην τῶν πτωχῶν, τῶν ἀδικουμένων, τῶν ἐκμεταλλευομένων καί τῶν ἀνέργων. Ὡς τόν τροφοδότην τῶν πεινώντων καί τῶν ἐνδεῶν. Τό παράδειγμα Τούτου ἀκολουθοῦσα ὡς τό Σῶμα Αὐτοῦ ἡ Ἐκκλησία, θεραπεύει τάς πληγάς τοῦ λαοῦ αὐτῆς, ἀλλά καί παντός πληγέντος, ἀνεξαρτήτως φυλῆς, γλώσσης καί θρησκεύματος.

Τό χαρμόσυνον καί σωτήριον τοῦτο μήνυμα ἀπαγγέλλομεν παντί τῷ ὀρθοδόξῳ Ἡμῶν ποιμνίῳ, τῷ διαβιοῦντι εἰς τήν Ἁγίαν Γῆν καί ἀλλαχοῦ μετά τῶν Πατριαρχικῶν Ἡμῶν εὐλογιῶν καί Πατρικῶν εὐχῶν, ὅπως ὁ ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθείς διά τήν ἡμῶν σωτηρίαν Χριστός ὁ ἀληθινός Θεός ἡμῶν διαφυλάττῃ καί στερεοῖ αὐτό καί τόν ἁπανταχοῦ τῆς γῆς Ἑλληνισμόν ἐν τῇ ἑνότητι τῆς ὀρθοδόξου ἡμῶν πίστεως, ἐν ὑγιείᾳ καί ὁμονοίᾳ οἰκογενειακῇ, ἐν προόδῳ, εὐημερίᾳ καί εἰρήνῃ καί ἐν πλουσίᾳ παροχῇ πνευματικῶν καί ἐπιουσίων ἀγαθῶν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Βηθλεέμ  ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2006

Διάπυρος πρός Κύριον Εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων




ΕΟΡΤΙΟΝ ΠΑΣΧΑΛΙΟΝ ΓΡΑΜΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ 2006

Ἀριθμ. Πρωτ.

317

ΒΑΡΘΟΛΟΜΑΙΩι

Τῷ Παναγιωτάτῳ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως,

Νέας Ρώμης καί Οἰκουμενικῷ Πατριάρχῃ,

ΘΕΟΦΙΛΟΣ ὁ Γ΄

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης,

Ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ,

ἐκ νεκρῶν ἐνδόξως Ἀναστάντι.

Εὐφραινόμενοι καί ἡμεῖς μετά τῶν ἀγγέλων ἐπί τῇ ἱερᾷ καί μυστικῇ φωταυγίᾳ τῇ ἐκ τοῦ Παναγίου καί Ζωοδόχου Μνήματος ἐκπεμπομένῃ, περικυκλοῦμεν τοῦτο ἐν σεβασμῷ τε καί ἀγαλλιάσει, θαυμάζοντες μέν τήν τοῦ Κυρίου ἀγάπην, τήν πᾶσιν ἀνθρώποις αἰώνιον βάρος δόξης κατεργασαμένην, μνημονεύοντες δέ καί τῶν ἐπ᾿ ἐλπίδι Ἀναστάσεως ἁπανταχοῦ ἀγωνιζομένων καί τῆς τοῦ Κυρίου παγκρατοῦς ἀντιλήψεως χρῃζόντων. Πάντως, οὐ μικρόν τό θαῦμα, ὅτι τάφος κενός συνιστᾷ τό τῆς σοφίας τοῦ Θεοῦ μυστήριον, δι᾿ οὐ ὁ Ἅδης ἐκγελασθείς καί τῇ Θεότητι τοῦ Ταφέντος διαρραγείς, ἀπώλεσεν οὕς ἀδίκως κατεῖχε δικαίους.   Τοῦ τῆς Ἀναστάσεως Φωτός ἀνακαινίσαντος καί πληρώσαντος τά πάντα, οὐρανόν τε καί γῆν καί τά καταχθόνια, ἑορτάζει πᾶσα ἡ κτίσις διά τήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀνάστασιν, ἥτις ἐστερέωσε τό πᾶν καί ἐνεκέντρισε τήν ἀθανασίαν τῇ θνητῇ ἡμῶν φύσει. Ὅθεν, “τό τῆς νηστείας μέγα πέλαγος” διαπεράσαντες, σταυροῦντες κατά δύναμιν τό τῆς σαρκός φρόνημα καί ταῖς τοῦ βίου ἡδοναῖς ὡς οἷόν τε νεκρούμενοι, ἐπ᾿ ἐλπίδι καί ἐν προσμονῇ τῆς κοσμοχαρμοσύνου    Ἐγέρσεως τοῦ Θεανθρώπου, ἀπολαύομεν ἤδη τῆς κλητῆς καί ἁγίας  ἡμέρας, τῆς τήν ὄψιν τῆς τε μετ᾿ αὐτήν ἱστορίας, τῆς τε ἀπεράντου αἰωνιότητος ἐκ κατηφείας εἰς δόξαν μεταβαλούσης, μυστικῶς δέ ἐν ταῖς καρδίαις τῶν πιστῶν ὁμιλούσης καί προτυπούσης τήν τοῦ μέλλοντος ἐν δόξῃ χαρμονήν.

Ἀγαλλομένη καί ἡ Σιωνῖτις Ἐκκλησία ἐπί τῷ γεγονότι τούτῳ, οὗ αὕτη ὑπῆρξε πρῶτος μάρτυς τε καί κῆρυξ, εὐαγγελισαμένη εἰς τά    πέρατα τῆς γῆς “τόν Ἰησοῦν καί τήν ἀνάστασιν”, χαίρει καθορῶσα ἀφικνούμενα ἐκ τῶν τεσσάρων γωνιῶν τῆς γῆς, “ἐκ δυσμῶν καί βορρᾶ καί

θαλάσσης καί Ἑῴας”, τά τέκνα Αὐτῆς, “θεοφεγγῆ ὡς φωστῆρας”, προσκυνήσοντα τόν πανσεβάσμιον τοῦτον καί πανίερον τόπον, τόν πάντοτε μέν, ἰδίᾳ δέ νῦν, πληρούμενον ἀκτίστων θεϊκῶν χαρίτων καί ἐλλάμψεων.

Οὐχ ἧττον δέ χαίρει καί τό Τάγμα τῶν Σπουδαίων, τῶν ἔκπαλαι διαβιούντων ὧδε Ἁγιοταφιτῶν, ὧν ἡ ἀποστολή, τό τε ὑπηρετεῖν τοῖς ἐν τῇ Ἁγίᾳ Γῇ ἡμεδαποῖς καί ἀλλοδαποῖς Χριστιανοῖς, καί τό διαφυλάσσειν καί περιέπειν ἀκέραια καί ἐν λατρευτικῇ χρήσει τά Πάνσεπτα Προσκυνήματα, ἅ τῇ ἁγίᾳ Αὐτοῦ ἐν σαρκί Οἰκονομίᾳ καθωσίωσεν ὁ Θεός Λόγος, ὁ τῆς ἡμετέρας ὑπάρξεως Προνοητής καί Ταμίας, ὁ ὑπέρ ἡμῶν σταυρωθείς καί ταφείς καί ἀναστάς. Οἱ Ἁγιοταφῖται δέ οὗτοι ζωοποιοῦνται τῇ τῶν Ἁγίων Τόπων παναλκεῖ χάριτι, ἰδίᾳ δέ τοῦ Παναγίου καί Ζωοδόχου Τάφου, ὅστις, ἅτε Παραδείσου ὡραιότερος καί Πηγή τῆς ἡμῶν Ἀναστάσεως, παρηγορεῖ καί εὐφραίνει αὐτούς, μετ᾿ εὐλαβείας τε καί αὐταπαρνήσεως διακονοῦντας Τούτῳ.

Ὅθεν, πληρούμενοι τοιᾶσδε πνευματικῆς χαρᾶς, ἐνθέρμως ἀπευθύνομεν ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου τῇ Ὑμετέρᾳ λίαν Πεφιλημένῃ Ἡμῖν Παναγιότητι καί τοῖς περί Αὐτήν Ἱερωτάτοις Ἀρχιερεῦσιν ἐγκαρδίους Ἀναστασίμους εὐχάς πρός ἐνίσχυσιν Αὐτῆς ἐν παντί ἔργῳ τῇ τοῦ Ἀναστάντος ἀκαταμαχήτῳ προστασίᾳ, παρακαλοῦντες, ὅπως διαβιβάσῃ ταύτας καί τῷ ποιμνίῳ τῆς Αὐτῆς θεοσώστου Ἁγιωτάτης Ἐκκλησίας καί εὐχόμενοι Αὐτῇ τά βέλτιστα καί τήν κατ᾿ ἄμφω ὑγιείαν, πρός ὠφέλειαν τοῦ Χριστεπωνύμου πληρώματος καί δόξαν τῆς θεοσώστου Πρωτοθρόνου Ἁγιωτάτης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως.

Ἐφ᾿ οἷς, ἑορτίως Αὐτῇ προσφθεγγόμενοι Χριστός Ἀνέστη, περιπτυσσόμεθ᾿ Αὐτήν ἀδελφοποθήτως καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΑΓΙΟΝ ΠΑΣΧΑ 2006.

Τῆς Ὑμετέρας Γερασμιωτάτης Παναγιότητος

Ἀγαπητός ἐν Χριστῷ Ἀδελφός,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων




ΕΟΡΤΙΟΝ ΓΡΑΜΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ 2005

ριθμ. Πρωτ.

43

ΒΑΡΘΟΛΟΜΑΙ

Τῷ Παναγιωτάτῳ καί Σεβασμιωτάτῳ Ἀρχιεπισκόπῳ

Κωνσταντινουπόλεως, Νέας Ρώμης καί Οἰκουμενικῷ Πατριάρχῃ

ΘΕΟΦΙΛΟΣ   Γ ΄

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης

Ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ, ὑπερφυῶς ἐκ Παρθένου Τεχθέντι.

Τόν ἄσαρκον Λόγον ἡ κτίσις καθορῶσα ὑπερφυῶς σαρκούμενον καί τόν Ἀχώρητον παντί ἐν τῷ Σπηλαίῳ τῆς Ἁγίας Πόλεως Βηθλεέμ παραδόξως χωρούμενον, φιλανθρωπίας ἕνεκεν, θάμβει πολλῷ καί δέει συνέχεται καί δι’ ἀγγέλων καί μάγων καί ποιμένων καί ἀστέρος τήν Θεϊκήν συγκατάβασιν ἐπιμαρτυρεῖ, κομίζουσαν ἐπί γῆς μέν τήν εἰρήνην, ἐν ἀνθρώποις δέ τήν εὐδοκίαν.

Τό ὑπέρ νοῦν καί λόγον καί ἔννοιαν τοῦτο Μυστήριον τῆς ἐνσάρκου οἰκονομίας εὐθαρσῶς ὁμολογοῦντες, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν καί τοῦ κόσμου, πρός τόν Ἥλιον τῆς Δικαιοσύνης Χριστόν ἀείποτε ἐκθύμως προσανατολιζόμεθα καί ταῖς σωστικαῖς Αὐτοῦ ἐντολαῖς ἑπόμενοι, ὥς ποτε οἱ Μάγοι τόν φαεινόν Αὐτοῦ Ἀστέρα κατακολουθοῦμεν καί πρός Βηθλεέμ τήν ἁγίαν, τήν οὐδαμῶς ἐλαχίστην πορευόμεθα, καταθεῖναι κατά τάς ἡμέρας τῶν ὑπερφυῶν Γενεθλίων τοῦ Λυτρωτοῦ ἠμῶν Χριστοῦ, σύν τῷ λαῷ τοῦ Θεοῦ, τήν τιμήν καί τό σέβας, ἅμα δέ καί τήν εὐγνωμοσύνην ἐπί τοῖς ἐξαισίοις τούτοις δωρήμασιν, οἷς ἐτιμήθη ὁ ἄνθρωπος· χοῦς γάρ ὤν, ἀφθαρσίας στολήν ἐνεδύθη καί ἀπό γῆς εἰς τά ἄνω ἀΰλως ἐπῄρθη.

Σεμνυνόμενον τό Παλαίφατον ἡμῶν τῶν Ἱεροσολύμων Πατριαρχεῖον περιέπειν καί διακονεῖν τούς τόπους τῆς Χάριτος, μετά χαρᾶς καί ἀγαλλιάσεως περικυκλοῖ τήν περικαλλεστάτην Βασιλικήν τῆς Γεννήσεως, εἰς ἥν  εἰσοδεύοντες καί Ἡμεῖς μετά τῶν τιμίων μελῶν τῆς περί Ἡμᾶς Ἁγιοταφιτικῆς Ἀδελφότητος, ἀξιοχρέως κλίνομεν γόνυ ψυχῆς τε καί σώματος καί τήν ζέουσαν ἡμῶν πίστιν ὡς ἀντίδωρον τῶν πολλῶν χαρίτων, ἅς παρ’ Αὐτοῦ ἀπολαμβάνομεν, ὁλοθύμως Αὐτῷ προσάγομεν.

Ἐν ταὐτῷ, ἐξαιτούμεθα τήν εἰρήνην Αὐτοῦ ὑπέρ τοῦ σύμπαντος κόσμου, ἰδίᾳ δέ ὑπέρ τῆς Ἁγίας Γῆς, ἧς ὁ λαός τοῦ Θεοῦ, διά πολλῶν καί ποικίλων δοκιμασιῶν διερχόμενος, καρτερικῶς ἄχρι τῆς σήμερον ἀναμένει τήν ἐξ ὕψους ἐπέμβασιν, πρός φωτισμόν τῶν ὑπευθύνων, ἵνα ἐγκολπούμενοι τήν ἀλήθειαν, ἐν συνέσει καί δικαιοσύνῃ ἐργάζωνται, διά τήν ἐμπέδωσιν τῆς εἰρήνης ἐν τῇ πολυταράχῳ περιοχῇ τῆς Μέσης Ἀνατολῆς.

Δεήσεις προσέτι καί ἱκεσίας τῷ Γεννηθέντι Σωτῆρι ἡμῶν Χριστῷ ἀναφέρομεν, ἵνα διαφυλάττῃ τήν Ἁγίαν Αὐτοῦ Ἐκκλησίαν ἡνωμένην καί τήν διδασκαλίαν Αὐτῆς ἀναλλοίωτον, ἰδίᾳ ἐν τοῖς συγχρόνοις χαλεποῖς καιροῖς καί πάντας τούς ἀδελφούς Ἡμῶν Προκαθημένους περιφρουροῖ καί διατηρῇ ἐν συμπνοίᾳ καί ἀγάπῃ, ἐξαιρέτως δέ τήν Ὑμετέραν Σεβασμιοπόθητον Ἡμῖν Παναγιότητα καί τήν περί Αὐτήν Ἱεραρχίαν, τόν εὐσεβῆ κλῆρον καί τό Χριστεπώνυμον πλήρωμα τῆς κατ’ Αὐτήν Ἁγιωτάτης Ἐκκλησίας, Ἥν ὁ Θεῖος Αὐτῆς Δομήτωρ ποδηγετεῖ εἰς νομάς σωτηρίους.

Ἐγκαρδίως σύν τούτοις ἀπευθύνοντες Αὐτῇ τάς συγχαρητηρίους Ἡμῶν ἐπί ταῖς ἑορταῖς τοῦ Ἁγίου Δωδεκαημέρου φιλαδέλφους προσρήσεις, περιπτυσσόμεθ’ Αὐτήν ἀδελφοποθήτως ἐν τῷ ἐκ Παρθένου Τεχθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2005.

Τῆς Ὑμετέρας Γερασμιωτάτης Παναγιότητος

Ἀγαπητός ἐν Χριστῷ Ἀδελφός,

ΘΕΟΦΙΛΟΣ   Γ΄

Πατριάρχης Ἱεροσολύμων




ΜΗΝΥΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ 2005

ΜΗΝΥΜΑ ΤΗΣ ΑΥΤΟΥ ΘΕΙΟΤΑΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ

ΤΟΥ ΠΑΤΡIΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ

Κ. Κ. ΘΕΟΦΙΛΟΥ ΤΟΥ Γ’

ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ 2005

«Ὅτι παιδίov ἐγεννήθη ἡμῖν,

υἱός και ἐδόθη ἡμῖν» (σ. 9, 6).

Ὁ Θεός τῶν Πατέρων ἡμῶν ἐν τῇ ἀπείρῳ Αὐτοῦ ἀγάπῃ καί ἀγαθότητι ἐδημιούργησε τόν κόσμον ἐκ τοῦ μηδενός καί ἔθεσεν αὐτόν εἰς τήν ἐξουσίαν καί ἀπόλαυσιν τοῦ κατ’ εἰκόνα καί καθ’ ὁμοίωσιν πλάσματος Αὐτοῦ, τοῦ ἀνθρώπου.

Ὀ ἄνθρωπος ὅμως ἐν τῇ αὐτεξουσίῳ αὐτοῦ δυνάμει διεσάλευσε τήν κοινωνίαν μετά τοῦ Πλάστου καί ἐπορεύθη εἰς ὁδούς περιπλόκους καί ἀτραπούς ἀδιεξόδους.

Εὐσπλαγχνιζόμενος ὁ Θεός τό ἔργον τῶν χειρῶν Αὐτοῦ, οὐκ αφῆκεν αὐτό ἐγκαταλελειμμένον, τυραννούμενον ὑπό τοῦ διαβόλου, ἀλλά ἀπέστειλεν αὐτῷ κατά καιρούς δικαίους, ὁσίους καί προφήτας, ἵνα ἐπαναγάγωσιν αὐτό εἰς τήν εὐθεῖαν ὁδόν τοῦ θελήματος Αὐτοῦ καί νά προετοιμάσωσι τἠν ἔλευσιν τοῦ Υἱοῦ καί Λόγου αὐτοῦ.

Τοῦτον ἀπέστειλεν «τε λθε τό πλήρωμα το χρόνου» (Γαλ. 4, 4) προσλαμβάνοντα τό ἀνθρώπινον ἡμῶν φύραμα, ἄνευ ἁμαρτίας, «γενόμενον κ γυναικός, γενόμενον πό νόμον» (Γαλ. 4, 4), καί τοῦτο ἐν χρόνῳ καί τόπῳ, ἐπί Καίσαρος Αὐγούστου καί ἐν Βηθλεέμ τῆς Ἰουδαίας.

Τοῦ παραδόξου τούτου μυστηρίου τῆς Γεννήσεως τοῦ Θεανθρώπου, τό ὁποῖον ὑπερβαίνει τόπον καί χρόνον, κατέστησαν μάρτυρες ἀψευδεῖς ἡ ἀειπάρθενος Μαρία Θεοτόκος, οἱ ἄγγελοι ἐν οὐρανῶ, οἱ ψάλαντες τό: «Δόξα ν ψίστοις Θε καί πί γς ερήνη, ν νθρώποις εδοκία» (Λουκ. 2, 14), οἱ προσελθόντες ἐκ τῆς ἐγγύς κώμης τῶν Ποιμένων ἀγραυλοῦντες ποιμένες καί οἱ μακρόθεν ἐξ Ἀνατολῆς ὑπό ἀστέρος ὁδηγούμενοι Μάγοι, Περσῶν βασιλεῖς, προσφέροντες τά δῶρα αὐτῶν, χρυσόν καί λίβανον καί σμύρναν καί ἐν συνεχείᾳ οἱ Ἀπόστολοι, οἱ Μάρτυρες καί πάντες οἱ Ἅγιοι καί ἄπειρα πλήθη πιστῶν ἐξ ἀνατολῶν καί δυσμῶν, βορρᾶ καί νότου καί μέχρι τῶν ἡμερῶν ἡμῶν καί μέχρι τῆς συντελείας τοῦ αἰῶνος.

Τήν χαρμόσυνον καί ἐλπιδοφόρον ταύτην μαρτυρίαν τῆς διά σαρκός Γεννήσεως τοῦ Θεοῦ Λόγου συνέχισαν διά μέσου τῶν αἰώνων οἱ φύλακες μοναχοί τοῦ Τάγματος τῶν Σπουδαίων καί τό πλήρωμα τῆς Ἐκκλησίας ἐν τῷ θεοδέγμονι τούτῳ Σπηλαίῳ καί τῇ ὑπ’ αὐτοῦ μεγαλοπρεπεῖ ταύτῃ Βασιλικῇ τῆς Γεννήσεως, ἔργῳ τῆς θεοσεβείας τῶν Βυζαντινῶν αὐτοκρατόρων Κωνσταντίνου καί Ἑλένης, Θεοδοσίου, Ἰουστινιανοῦ καί τῶν διαδόχων αὐτῶν.

Τήν αὐτήν μαρτυρίαν συνεχίζομεν καί ἡμεῖς ἐν τῇ παγκοσμίῳ ταύτῃ ἑορτῇ τῆς Χριστιανοσύνης καί τῆς Σιωνίτιδος μητρός τῶν Ἐκκλησιῶν. Ἐν τούτῳ τῷ τόπῳ τῆς Γεννήσεως τοῦ Χριστοῦ μαρτυροῦμεν τό ἔργον Αὐτοῦ τό σωτήριον, τό πανανθρώπινον, τήν ταπείνωσιν, τήν συγκατάβασιν, τήν ἀγάπην, τἠν πραότητα, τήν ἀπερίφραστον ἀπόρριψιν καί καταδίκην πάσης μορφῆς βίας καί προσβολῆς τοῦ ἀνθρωπίνου προσώπου, τήν συμφιλίωσιν μετά τοῦ Θεοῦ καί τοῦ πλησίον καί τήν εἰρήνην, ἑδραζομένην ἐπί τῆς δικαιοσύνης.

Εἰς τόν ἐν πολλοῖς ἀγωνιζόμενον καί ἀγωνιῶντα καί περιπλανώμενον κόσμον σήμερον, εἰς τούς δοκιμαζομένους λαούς τῆς περιοχῆς ἠμῶν, διαλαλοῦμεν ὅτι «λύτρωσιν ξαπέστειλεν Κύριος» τοῖς λαοῖς (Ψαλμ. 110, 9), ὅτι «Χριστός τέχθη», ὅτι Χριστός κατῆλθεν ἐπί γῆς, ἵνα τόν ἄνθρωπον ἀνεβάσῃ εἰς οὐρανούς, ἵνα αὐτόν θεώσῃ κατά χάριν ἐν τῇ μετ΄ Αὐτοῦ κοινωνίᾳ, ἵνα ἀποκαταστήσῃ αὐτόν εἰς τό πρῶτον αὐτοῦ θεοειδές κάλλος, ὅτι ἐν Χριστῷ ἡ θεραπεία τοῦ ἀνθρωπίνου τραύματος, ὅτι ἐν αὐτῷ «τήν υοθεσίαν πελάβομεν» (Γαλ. 4, 5).

Τό εὐαγγέλιον τοῦτο τῆς εἰρήνης, τῆς δικαιοσύνης, τῆς καταλαγῆς καί τοῦ ἀμοιβαίου σεβασμοῦ ἀπαγγέλλομεν τῷ ὀρθοδόξῳ ἡμῶν ποιμνίῳ εἰς πᾶσαν τήν δικαιοδοσίαν τοῦ παλαιφάτου ἡμῶν Πατριαρχείου, καί ὅπου γῆς, καί τοῖς πολιτικοῖς αὐτοῦ κυβερνήταις μετά τῆς εὐχῆς, ὅπως διάγωσιν ἐν εἰρήνῃ, ὁμονοίᾳ, ἀφαλείᾳ, προόδῳ καί εὐημερίᾳ .

Ἐν τῇ Ἁγίᾳ Πόλει Βηθλεέμ, ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2005

Διάπυρος πρός Κύριον Εὐχέτης

ΘΕΟΦΙΛΟΣ Γ’

Πατριάρχης Ἱεροσολύμων