ΜΕΛΗ ΤΟΥ ΠΟΙΜΝΙΟΥ ΤΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΕΚΦΡΑΖΟΥΝ ΤΗΝ ΣΥΜΠΑΡΑΣΤΑΣΙΝ ΑΥΤΩΝ ΠΡΟΣ ΤΟ ΠΑΤΡΙΑΡΧΕΙΟΝ

Τήν Παρασκευήν, 13ην /26ην  Ἰανουαρίου 2018, τριακονταμελής ὁμάς μελῶν τοῦ Πατριαρχείου ἐκ διαφόρων περιοχῶν τῆς δικαιοδοσίας αὐτοῦ, ὡς τῶν Ἱεροσολύμων, τῆς Βηθλεέμ, τῆς Μπετζάλλας, τοῦ Χωρίου τῶν Ποιμένων καί τῆς Σαμαρείας, ἐπεσκέφθησαν τό Πατριαρχεῖον καί ἐξέφρασαν τήν ὑποστήριξιν καί συμπαράστασιν αὐτῶν πρός τόν θεσμόν τοῦ Πατριαρχείου ὡς τῆς πρώτης Ἐκκλησίας μητρός τῶν Ἐκκλησιῶν καί πρός τόν Μακαριώτατον Πατέρα ἡμῶν καί Πατριάρχην Ἱεροσολύμων κ.κ. Θεόφιλον προσωπικῶς.

Ἐν συνεχείᾳ, τῇ αὐτῇ ἡμέρᾳ, ἐπεσκέφθη τό Πατριαρχεῖον τριακονταμελής ὁμάς νέων ἐκ τοῦ ποιμνίου αὐτοῦ  τῆς κώμης Ζαπάμπδε, περιοχῆς τῆς Σαμαρείας. Καί αὐτοί ὡσαύτως ἐξέφρασαν τάς εὐχαριστίας αὐτῶν διά τήν συμπαράστασιν εἰς πνευματικάς καί ὑλικάς ἀνάγκας αὐτῶν καί ἐζήτησαν τήν βοήθειαν ἔτι εἰς ὑποτροφίας φοιτητῶν, εἰς τάς κοινωνικάς δραστηριότητας αὐτῶν καί εἰς τήν ἀνέγερσιν τῆς νέας ἐκκλησίας αὐτῶν.

Τούτους ηὐχαρίστησεν ὁ Μακαριώτατος διά τήν συμπαράστασιν αὐτῶν καί τή συνεργασίαν μετά τοῦ Πατριαρχείου καί ἐπέδωσεν αὐτοῖς Ἱεροσολυμιτικάς εὐλογίας.

Ἐκ τῆς Ἀρχιγραμματείας

ngg_shortcode_0_placeholder” order_by=”sortorder” order_direction=”ASC” returns=”included” maximum_entity_count=”500″]