ΕΠΑΝΕΚΔΙΔΕΤΑΙ Η ΠΑΛΑΙΑ ΛΕΙΤΟΥΡΓΙΚΗ ΦΥΛΛΑΣ ΤΩΝ ΙΕΡΟΣΟΛΥΜΩΝ ΜΕΤΑ ΠΕΝΤΗΚΟΝΤΑ ΕΤΗ

Ἀριθμ. Πρωτ.

1265

Τοῖς ἐντευξομένοις

Εὐχαριστοῦντες τῷ Βασιλεῖ τῆς Δόξης, Χριστῷ τῷ Θεῷ ἡμῶν, καί μεμνημένοι τῆς ἐντολῆς, ὅπως πάντα τά Αὐτῷ προσφερόμενα ὦσιν ἄψογα, εὐσχήμονα καί εὔτακτα, ἰδίᾳ τά τῆς τελέσεως τῶν ἱερῶν Ἀκολουθιῶν καί τῶν φρικτῶν Ζωοποιῶν Μυστηρίων, ἐλάβομεν μέριμναν, τῇ Αὐτοῦ ἰσχύι, καί ὑπέρ τῆς ἐπανεκτυπώσεως καί καλλωπίσεως τοῦ ὄντος ἐν χρήσει ἤδη ὑπέρ τά πεντήκοντα ἔτη «Λειτουργικοῦ» τοῦ Πατριαρχείου Ἱεροσολύμων, εὐγενεῖ φροντίδι καί πολλῇ ἐπιμελείᾳ τοῦ Αἰδεσιμολογιωτάτου Πρωτοπρεσβυτέρου π. Θεοδώρου Ζήση, Ὁμοτίμου Καθηγητοῦ τῆς Θεολογικῆς Σχολῆς τοῦ κατά Θεσσαλονίκην Ἀριστοτελείου Πανεπιστημίου, τῷ ὁποίῳ μετά τῶν ἐκδοτῶν τοῦ «Παλιμψήστου» ἐπιδαψιλευόμεθα πλουσίαν τήν χάριν τοῦ Παναγίου Τάφου καί τήν Πατριαρχικήν εὐαρέσκειαν τῆς Ἡμῶν Μετριότητος.

Ἡ Μετριότης Ἡμῶν προτρέπεται πάντας πατρικῶς, ὅπως ἥ τε ἔξωθεν ἥ τε ἐν τῇ καρδίᾳ μύχιος προσέλευσις εἰς τήν προσευχήν καί τήν Μυστικήν Τράπεζαν ὦσιν ἄξια τῆς κλήσεως τοῦ Χριστιανοῦ. Πόση ὀφείλεται προσοχή κατά τήν ἐν τῷ Ναῷ προσευχήν καί τήν ὑπερφυᾶ ἱερουργίαν τῶν Ἀθανάτων Μυστηρίων, πόση συναίσθησις, πόση καθαρότης ἐξ ἡμῶν τῶν ἱερουργῶν, οἵτινες καθιστάμεθα τῇ Κυρίου Χάριτι «πυρός φλόξ» καί οἵτινες ψαύομεν Μυστηρίων «εἰς ἅ ἐπιθυμοῦσιν Ἄγγελοι παρακῦψαι», ἀλλ’ οὐ δύνανται; Ὄντως φρικωδεστάτη ἡ ἱερουργία, ἥν μετά φόβου καί τρόμου ὀφείλουσι τελεῖν οἱ ἔχοντες τόν νοῦν εὐσταθῆ καί μή σαλευόμενον, ὡς κηρύττει ὁ ἐπιστήμων τῆς Ἱερωσύνης, τῆς δέ Θείας Λειτουργίας καλλωπιστής καί συνθέτης Ἅγιος Ἰωάννης Χρυσόστομος : «Ταύτης οὖν τῆς φρικωδεστάτης τελετῆς τίς μή σφόδρα μαινόμενος μηδέ ἐξεστηκώς ὑπερφρονῆσαι δυνήσεται;»

Ὁ λειτουργός τῶν Μυστηρίων καί Ποιμήν, δέον, ὅπως ἔχῃ ὑπεράνθρωπον ἀρετήν ἤ, κατά τόν αὐτόν Χρυσοῤῥήμονα, «πολλήν μέν σύνεσιν, πολλήν δέ πρό τῆς συνέσεως τήν παρά τοῦ Θεοῦ χάριν καί τρόπων ὀρθότητα καί καθαρότητα βίου καί μείζονα ἤ κατά ἄνθρωπον ἔχειν τήν ἀρετήν τόν ταύτην ἀναδεχόμενον τήν φροντίδα», καί κατά τήν ὑπόμνησιν τῶν ἱερῶν λογίων «οὐδείς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καί ἡδοναῖς προσέρχεσθαι ἤ προσεγγίζειν ἤ λειτουργεῖν τῷ Βασιλεῖ τῆς Δόξης», «ὅπερ μέγα καί φοβερόν καί αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσι».

Τούτων, οὖν, οὕτως ἐχόντων, παρακαλοῦμεν πρωτίστως τούς ἡμετέρους λειτουργούς τοῦ Κυρίου, Ἁγιοταφίτας Διακόνους καί Ἱερεῖς καί τούς εὐλαβεῖς ἐφημερίους τοῦ καθ’ ἡμᾶς χριστεπωνύμου Ποιμνίου, τούς ἀξιωθέντας λειτουργεῖν ἐν τοῖς Θεοβαδίστοις Τόποις, ἔνθα ἐτελεσιουργήθη τό μέγα τῆς Οἰκονομίας μυστήριον, τῷ Παναγίῳ Τάφῳ, τῷ Φρικτῷ Γολγοθᾷ καί τοῖς λοιποῖς τῆς Ἁγίας Γῆς θυσιαστηρίοις, ὅπως προσεγγίζωσιν εἰς τήν ἁγίαν Τράπεζαν καί τελῶσι τάς οὐρανοδρόμους ἐκκλησιαστικάς Ἀκολουθίας μετά καθαροῦ συνειδότος, ἀπαθεῖς τήν ψυχήν καί τό σῶμα, κατά τάς διατάξεις καί τούς ἱερούς τῶν Πατέρων Κανόνας, ὅπως ἑλκύσωσι τό θεῖον ἔλεος καί τήν πρός τήν χάριν οἰκειότητα καί μή τήν κατάκρισιν, ὡς ὁ ἀρχαῖος ἐκεῖνος Ὀζᾶ, ὁ ἐγγίσας τῇ Κιβωτῷ τῆς Διαθήκης μετ’ ἀθεμίτου οἰκειότητος.

Διδόντες τό παράδειγμα τῆς ἀπό καρδίας, «εὐσχημόνως καί κατά τάξιν» τελουμένης ἱερᾶς προσευχῆς, κινοῦμεν καί τούς λοιπούς πιστούς εἰς τήν αἴσθησιν τῆς ἀληθοῦς παρουσίας μεθ’ ἡμῶν τῆς Ἁγίας Τριάδος καί Θεοῦ, ὥστε τηρεῖν τό τῶν ἀρχαίων Ἀποστολικῶν Διαταγῶν: «χρή ἐν ἐκκλησίᾳ ἐπιστημόνως καί νηφαλίως καί ἐγρηγορότως ἑστάναι, ἐκτεταμένην ἔχοντας τήν ἀκοήν εἰς τόν τοῦ Κυρίου λόγον». Ἐμπνέοντες εἰς τάς ψυχάς τῶν ἐκκλησιαζομένων τόν φόβον τοῦ Θεοῦ, τήν ἀπαρχήν πάσης σοφίας, κομισόμεθα πολύν τόν μισθόν παρά τοῦ Κυρίου, τοῦ ἐπιμελητοῦ τῆς ἑκάστου σωτηρίας· διότι κατά τόν Χρυσοῤῥόαν Ἰωάννην «πολύς καί ἄφατος ἀποκείσεται μισθός τῷ περί ταῦτα πονουμένῳ, ἅ πολλοῦ τιμᾶται ὁ Χριστός».

Ἐν τῇ παρούσῃ ἐποχῇ, μόνη ἡ τῶν θείων Μυστηρίων δύναμις, ἡ τήν Ἐκκλησίαν πάντοτε σῴζουσα ἀπό παντός διωγμοῦ καί πειρασμοῦ, δυνήσεται ἡμᾶς ἐξελεῖν τῶν φοβερῶν παγίδων τοῦ ἐχθροῦ, ποιοῦσα ἡμᾶς «ὡς λέοντας πῦρ πνέοντας», ὥστε μετ’ ἐπιποθήσεως καί χαρᾶς προστρέχειν εἰς τόν Ναόν τοῦ Θεοῦ, ἐπειδή κατά τόν Ἅγιον Ἰγνάτιον τόν Θεοφόρον «ὅταν πυκνῶς ἐπί τό αὐτό γινώμεθα, καθαιροῦνται αἱ δυνάμεις τοῦ σατανᾶ, καί λύεται ὁ ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ἡμῶν τῆς πίστεως».

Προοσερχόμενοι, οὖν, «μετά παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καί χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν», μετά πλείστης εὐγνωμοσύνης δοξάσωμεν τόν τρέφοντα ἡμᾶς ξένως καί ρυόμενον τοῦ θανάτου· «Θεοῦ τό σῶμα καί θεοῖ με καί τρέφει, θεοῖ τό πνεῦμα, τόν δέ νοῦν τρέφει ξένως». Ὑπό τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ ἡ ἄῤῥητος καί θεοποιός ἐνέργεια τῆς Θείας Κοινωνίας παρουσιάζεται ὡς «μεταποιοῦσα πρός ἑαυτήν, καί ὁμοίους τῷ κατ’ αἰτίαν ἀγαθῷ κατά χάριν καί μέθεξιν ἀποφαίνουσα τούς ἀξίως μεταλαμβάνοντας, ἐν μηδενί Αὐτοῦ λειπομένους, κατά τό ἐφικτόν ἀνθρώποις καί ἐνδεχόμενον. Ὥστε καί αὐτούς δύνασθαι εἶναί τε καί καλεῖσθαι θέσει κατά τήν χάριν θεούς, διά τόν αὐτούς ὅλως πληρώσαντα ὅλον Θεόν, καί μηδέν αὐτῶν τῆς Αὐτοῦ παρουσίας κενόν καταλείψαντα».

Ἐφ’ οἷς, ἐπικαλούμενοι ἐπί πάντας τούς χρωμένους τῇ λειτουργικῇ ταύτῃ βίβλῳ τήν χάριν καί εὐλογίαν τοῦ Παναγίου καί Ζωοδόχου Τάφου, καταστέφομεν αὐτούς ταῖς Πατρικαῖς Ἡμῶν εὐχαῖς καί Πατριαρχικαῖς εὐλογίαις καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ‚ϐηʹ Νοεμβρίου κ΄.

Διάπυρος πρός Κύριον Εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων