ΕΟΡΤΙΟΝ ΠΑΣΧΑΛΙΟΝ ΓΡΑΜΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ 2007

Ἀριθμ. Πρωτ.

180

ΒΑΡΘΟΛΟΜΑΙΩι

Τῷ Παναγιωτάτῳ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως,

Νέας Ρώμης καί Οἰκουμενικῷ Πατριάρχῃ,

ΘΕΟΦΙΛΟΣ ὁ Γ΄

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης,

Ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ,

ἐκ νεκρῶν ἐνδόξως Ἀναστάντι.

Παγκόσμιος χαρά, ἐπουράνιος καί ἐπίγειος, Ἀγγέλων καί ἀνθρώπων, ἀοράτου κόσμου καί ὁρατοῦ, ἀνέτειλε σήμερον ἐκ τοῦ  Πανιέρου καί Ζωοδόχου Τάφου, ἐν τῇ ἐκπληρώσει τῶν ἀρχαίων ἐπαγγελιῶν, ἐν τῇ παγγενεῖ σωτηρίᾳ τῶν ἀνθρώπων, τῶν τε προαπελθόντων, τῶν τε ἐσομένων πάντων, ὅτι ἐγήγερται ἐκ νεκρῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός «ὁ ἐν νεκροῖς ἐλεύθερος καί νεκρῶν ἐλευθερωτής», Ὅστις «κατά ἀτιμίαν δι’ ὑπομονῆς τόν στέφανον τῶν ἀκανθῶν περιδεδεμένος, ἀναστάς,  τό διάδημα τῆς κατά τοῦ θανάτου νίκης διεδήσατο».

Ὁ γάρ Βασιλεύς τῆς εἰρήνης, Χριστός Ἰησοῦς, διατρανώσας θεανδρικῶς τά κρύφια Αὐτοῦ τοῖς ἐν ᾍδῃ, ἐν τῇ τριημέρῳ Αὐτοῦ ταφῇ, καί φωτίσας διά τῆς τῇ Αὐτοῦ παναγίᾳ ψυχῇ ἡνωμένης Θεότητος τά καταχθόνια, ἐγένετο Ὁδός πρός τό Φῶς τοῖς ἀπ΄ αἰῶνος συνεχομένοις ταῖς τοῦ ᾍδου σειραῖς, ἐπειγομένοις ἐκεῖσε ἀγαλλομένῳ ποδί, ὥστε ἐκπληροῦσθαι τό προφητικόν λόγιον «ὁ Θεός ἥρπακεν καί ἰάσεται ἡμᾶς, πατάξει  καί μοτώσει ἡμᾶς· ὑγιάσει ἡμᾶς μετά δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καί ζησόμεθα ἐνώπιον αὐτοῦ, καί γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τόν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν» (Ὡσ. 6, 1-3), Ὄρθρον τῷ ὄντι φαεινόν καί Ἥλιον δικαιοσύνης, ἀνατείλαντα ἡμῖν ἐκ τοῦ Τάφου, τόν Δημιουργόν καί Κτίστην τῶν ἁπάντων, τόν θέμενον ἐν τῇ ἰδίᾳ Αὐτοῦ ἐξουσίᾳ καιρούς καί χρόνους. Ὅστις, κατά τόν καιρόν τοῦτον τοῦ τῆς γῆς ἔαρος, ἐχαρίσατο ἡμῖν τοῖς ταπεινοῖς καί ἁμαρτωλοῖς καί ἀναξίοις, ἄλλο Ἔαρ καί Πάσχα αἰώνιον, ἀνατελοῦν ἐν τῇ ἐσχάτῃ σάλπιγγι τῆς παλιγγενεσίας  ὡς ἄνθη αἰώνια, ἔμψυχα τά σώματα τῶν δικαίων, λελαμπρυσμένα καί ἀφθαρτισθέντα θεϊκοῖς χαρίσμασιν, «ἐνδεδυμένα Θεότητος ἐνδύματα οὐράνια».

Ἡ ἐκ νεκρῶν Ἔγερσις τοῦ Θεανθρώπου ἐσήμανε τήν μόνην ἀληθῆ ἐλευθερίαν, τήν ἐκ τῆς πρώην ἀφεύκτου δουλείας τῆς ἁμαρτίας καί τοῦ θανάτου, ἥντινα μόνος Αὐτός, οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἠδύνατο ἡμῖν διά τοῦ πυρός τῆς Αὐτοῦ Θεότητος χαρίσασθαι, πυρός ἀναλώσαντος τήν δύναμιν τῆς ἁμαρτίας, τοῦ θανάτου τό κέντρον καί τοῦ ᾍδου τό νῖκος. Οὕτως, ἀποθέμενοι τό τῆς νηστείας φορτίον, ἑορτάζομεν καινήν ἑορτήν, ἀπαρχήν βιοτῆς αἰωνίου, ὅτι «Χριστός ἐγερθείς ἐκ νεκρῶν, ὅλην τήν ζωήν τῶν ἀνθρώπων ἑορτήν ἀπειργάσατο», προαγόμεθα δέ βαθμιαίως εἰς τήν βεβαίαν αἴσθησιν τῆς Αὐτοῦ Ἀναστάσεως καί νίκης ἐπί τοῦ θανάτου  καί τῆς ἁμαρτίας, καθ΄ ὅ μέτρον ἀγωνιζόμεθα κατά τῶν ἐν ἡμῖν ἀφορμῶν τῆς ἁμαρτίας, ἀποδεχόμενοι διά τῶν Μυστηρίων τῆς Ἁγίας ἡμῶν Ὀρθοδόξου Ἐκκλησίας καί δι΄ ἀσκήσεως τῶν ἱερῶν ἀρετῶν τήν χάριν τῆς Αὐτοῦ Ἀναστάσεως ἐνεργοῦσαν ἐν ἡμῖν «τό θέλειν καί τό ἐνεργεῖν ὑπέρ τῆς εὐδοκίας» (Φιλ. 2, 13).

Ἡ Ἁγιωτάτη Σιωνῖτις Ἐκκλησία, ἧς θεραπαινίς ἀπ΄ αἰώνων ἡ Ἱερά Ἁγιοταφιτική Ἀδελφότης, κυκλοῖ χαρμοσύνως σύν τοῖς συρρέουσιν ἐκ τῶν τεσσάρων μερῶν τοῦ ὁρίζοντος εὐλαβέσι προσκυνηταῖς τόν κενόν Τάφον καί ὄλβιον, τόν «ζωῆς θείας θησαυρόν», καταγγέλλουσα πανταχοῦ τά εὐαγγέλια τῆς κατά τοῦ κακοῦ παντελοῦς νίκης καί τῆς διά μόνου τοῦ Ἀναστάντος Θεανθρώπου Χριστοῦ ὑπερβάσεως τῆς περιρρεούσης φθορᾶς καί ἀπελπισίας ἐκ τῆς ἁμαρτίας. Ἔχοντες δέ πάντοτε ἐν τῇ Ἡμῶν καρδίᾳ τήν κατά τήν Κωνσταντίνου Πόλιν Ἁγιωτάτην Πρωτόθρονον Ἐκκλησίαν, τό σεπτόν Οἰκουμενικόν Πατριαρχεῖον, ἀπευθύνομεν τῇ Ὑμετέρᾳ λίαν Πεφιλημένῃ  Ἡμῖν Παναγιότητι καί τοῖς σύν Αὐτῇ Ἱερωτάτοις Ἀρχιερεῦσιν ἐνθέρμους ἐκ καρδίας πασχαλίους εὐχάς, παρακαλοῦντες, ὅπως αὗται διαβιβασθῶσι καί τῷ φιλοχρίστῳ ποιμνίῳ τῆς κατ΄ Αὐτήν Ἁγιωτάτης Ἐκκλησίας, εὐχόμεθα δέ Αὐτῇ τά βέλτιστα καί τήν παρά Χριστοῦ τοῦ Σωτῆρος δύναμιν πρός τό λυσιτελές τῇ κατά τήν Οἰκουμένην Μιᾷ, Ἁγίᾳ, Καθολικῇ καί Ἀποστολικῇ, Ὀρθοδόξῳ ἡμῶν Ἐκκλησίᾳ.        

Ἐφ᾿ οἷς, ἑορτίως Αὐτῇ προσφθεγγόμενοι, Χριστός Ἀνέστη, περιπτυσσόμεθ᾿ Αὐτήν ἀδελφοποθήτως καί διατελοῦμεν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ   ΑΓΙΟΝ  ΠΑΣΧΑ   2007.

Τῆς Ὑμετέρας Γερασμιωτάτης Παναγιότητος

Ἀγαπητός ἐν Χριστῷ Ἀδελφός,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων